Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.11 Dem. 34.15 (English) >>Dem. 34.18

34.13ὡς δʼ ᾐσθόμην αὐτὸν διακρουόμενόν με, προσέρχομαι τῷ Λάμπιδι, λέγων ὅτι οὐδὲν ποιεῖ τῶν δικαίων Φορμίων οὐδʼ ἀποδίδωσι τὸ δάνειον, καὶ ἅμα ἠρόμην αὐτὸν εἰ εἰδείη ὅπου ἐστίν, ἵνα προσκαλεσαίμην αὐτόν. δʼ ἀκολουθεῖν μʼ ἐκέλευεν ἑαυτῷ, καὶ καταλαμβάνομεν πρὸς τοῖς μυροπωλίοις τουτονί· κἀγὼ κλητῆρας ἔχων προσεκαλεσάμην αὐτόν. 34.14καὶ Λάμπις, ἄνδρες Ἀθηναῖοι, παρὼν προσκαλουμένῳ μοι οὐδαμοῦ ἐτόλμησεν εἰπεῖν ὡς ἀπείληφε παρὰ τούτου τὸ χρυσίον, οὐδʼ εἰκὸς ἦν εἶπεΧρύσιππε, μαίνει· τί τοῦτον προσκαλεῖ; ἐμοὶ γὰρ ἀποδέδωκε τὸ χρυσίον.” ἀλλὰ μὴ ὅτι Λάμπις ἐφθέγξατο, ἀλλʼ οὐδὲ αὐτὸς οὗτος οὐδὲν ἠξίωσεν εἰπεῖν, παρεστηκότος τοῦ Λάμπιδος, νῦν φησὶν ἀποδεδωκέναι τὸ χρυσίον. 34.15καίτοι εἰκός γʼ ἦν αὐτὸν εἰπεῖν, ἄνδρες Ἀθηναῖοι, “τί με προσκαλεῖ, ἄνθρωπε; ἀποδέδωκα γὰρ τούτῳ τῷ παρεστηκότι τὸ χρυσίον”, καὶ ἅμα ὁμολογοῦντα παρέχειν τὸν Λάμπιν· νυνὶ δʼ οὐδέτερος αὐτῶν οὐδʼ ὁτιοῦν εἶπεν ἐν τοιούτῳ καιρῷ. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν τῶν κλητήρων.Μαρτυρία

34.16λαβὲ δή μοι καὶ τὸ ἔγκλημα ἔλαχον αὐτῷ πέρυσιν· ἐστιν οὐδενὸς ἔλαττον τεκμήριον, ὅτι οὐδέπω τότʼ ἔφησεν Φορμίων ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι.Ἔγκλημα

τοῦτο τὸ ἔγκλημα ἔγραφον ἐγώ, ἄνδρες Ἀθηναῖοι, οὐδαμόθεν ἄλλοθεν σκοπῶν ἀλλʼ ἐκ τῆς ἀπαγγελίας τῆς Λάμπιδος, ὃς οὐκ ἔφασκεν οὔτε τὰ χρήματα ἐντεθεῖσθαι τοῦτον οὔτε τὸ χρυσίον ἀπειληφέναι· μὴ γὰρ οἴεσθέ με οὕτως ἀπόπληκτον εἶναι καὶ παντελῶς μαινόμενον, ὥστε τοιοῦτο γράφειν ἔγκλημα ὁμολογοῦντος τοῦ Λάμπιδος ἀπειληφέναι τὸ χρυσίον, ὑφʼ οὗ ἔμελλον ἐξελεγχθήσεσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.11 Dem. 34.15 (English) >>Dem. 34.18

Powered by PhiloLogic